Τὸν σταυρὸν Ἰάκωβος αἴρων ἠδέως, Ὡς ἔστι Σῶτερ ἄξιός σου δεικνύει. Ἀμφ' ἐνάτην Ἰάκωβος ἑνὶ Σταυρῷ τετάνυστο. Βιογραφία Ο...
Τὸν σταυρὸν Ἰάκωβος αἴρων ἠδέως,
Ὡς ἔστι Σῶτερ ἄξιός σου δεικνύει.
Ἀμφ' ἐνάτην Ἰάκωβος ἑνὶ Σταυρῷ τετάνυστο.
Βιογραφία
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὴν χάριν τοῦ Πνεύματος, γλωσσοπυρσεύτω πνοή, ὡς θεῖος ἀπόστολος, ὑποδεχθεῖς τὴ ψυχή, Ἰάκωβε ἔνδοξε, ἔλαμψας ἐν τῷ κόσμῳ, ὡς ἀστὴρ ἑωσφόρος, ἔλυσας τῶν εἰδώλων, τὴν πολύθεον νύκτα. Καὶ νῦν ἀπαύστως δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. β’. Τὴν ἐν πρεσβείαις.
Ὡς ἑωσφόρον ἐκλάμποντα πᾶσαν κτίσιν, τὸν τοῦ Χριστοῦ αὐτόπτην τε καὶ θεηγόρον, ὕμνοις Ἰάκωβον εὐφημήσωμεν, γεραίροντες τὴν τούτου πανήγυριν σήμερον· πρεσβεύει γὰρ ἀεὶ ὑπὲρ πάντων ἡμῶν.
Ἕτερον Κοντάκιον
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ τῶν ἐθνῶν σαγηνευτὴς ὑπερθαύμαστος, καὶ Μαθητῶν ἀναδειχθεὶς τιμιώτατος, τῶν Ἀποστόλων σύσκηνος Ἰάκωβος, κόσμῳ τῶν ἰάσεων διανέμει τὸν πλοῦτον, λύει περιστάσεων, τοὺς αὐτὸν εὐφημοῦντας, διὸ συμφώνως κράζωμεν αὐτῷ: σῶζε τοὺς πάντας, εὐχαῖς σου Ἀπόστολε.
Κάθισμα
Ἦχος πλ.δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν τὴν ὄντως παιδαγωγόν, ἐσχηκὼς σε μυοῦσαν τὰ ὑπὲρ νοῦν, σοφίαν ἐμώρανας, τῶν Ἑλλήνων θεόπνευστε, καὶ ἐθνῶν ἐγένου, φωστὴρ καὶ διδάσκαλος, εὐσεβείας λόγοις, ῥυθμίζων τοὺς ἄφρονας· ὅθεν οἱ ῥυσθέντες, διὰ σοῦ τῆς ἀπάτης, ἀξίως ὑμνοῦμέν σε, καὶ πιστῶς μακαρίζομεν. Θεηγόρε Ἰάκωβε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Τὸν οὐρανόθεν τοῦ Λόγου μυηθέντα τὴν γνῶσιν, καὶ τρανῶς τοῖς ἐν γῇ τὸ Εὐαγγέλιον κηρύξαντα, Ἰάκωβον τὸν μέγαν προηρημένος, τοῦ Ἀλφαίου τὸν γόνον, ἀνευφημῆσαι, σὲ δυσωπῶ καταπέμψαι μοι χάριν, Χριστὲ Ἰησοῦ, ὁ πλήσας Πνεύματος θείου τὸν σοφὸν Μαθητήν σου, καὶ κήρυκα τοῦτον πᾶσι τοῖς πέρασι δωρησάμενος, καὶ πρέσβυν πρὸς σὲ εὐπρόσδεκτον· πρεσβεύει γὰρ ἀεὶ ὑπὲρ πάντων ἡμῶν.
Δεν υπάρχουν σχόλια
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.