Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύω, Πληροῦσιν, ὡς πρίν, καΙ πάλιν γῆν θαυμάτων. Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς. Βιογραφία Οι ...
Πληροῦσιν, ὡς πρίν, καΙ πάλιν γῆν θαυμάτων.
Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς.
Βιογραφία
Οι Άγιοι Κοσμάς και Δαμιανός κατάγονταν από την Ασία. Οι γονείς τους ήταν άριστο πρότυπο χριστιανών συζύγων.
Έτσι ταπεινά αφού διακόνησαν σε όλη τους τη ζωή τον πλησίον, πέθαναν ειρηνικά και ετάφησαν στην τοποθεσία Φερεμά.
Ἀπολυτίκιον
Ἦχος πλ δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος, τὴ χειρουργία, θεραπεύετε, παντοίας νόσους, σὺν Κοσμᾶ Δαμιανὲ οἱ Ἀνάργυροι, ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν ὅθεν ρύσασθε, παθῶν δυσαλθῶν καὶ θλίψεων, τοὺς ποθῶ τῷ ναῷ ὑμῶν προστρέχοντας.
Κοντάκιον
Ἦχος β’.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ θαυματουργοὶ ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατευνάσατε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.
Ἕτερον Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐκ τῆς Ἀσίας ὥσπερ δύο ἀστέρες, ἐξανατείλαντες Ἀνάργυροι θεῖοι, τῇ οἰκουμένῃ λάμπετε θαυμάτων ταῖς αὐγαῖς, νόσους μὲν ἰώμενοι, καὶ δεινὰς καχεξίας, χάριν δὲ παρέχοντες, τοῖς πιστοῖς εὐρωστίας, Δαμιανὲ θεόφρον καὶ Κοσμᾶ, χειμαζομένων, λιμένες πανεύδιοι.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, χορηγοῦσα θείων, ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, Θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Ὁ Οἶκος
Πάσης συνέσεως καὶ σοφίας ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν καμοί, διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Θεοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.
Μεγαλυνάριον
Οἷά περ θεράποντες ἰατροί, ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀρρήτῳ ἐπισκέψει, ἡμῶν θαυματοβρῦται, σοφοί Ἀνάργυροι.
Δεν υπάρχουν σχόλια
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.